Ὦ φύσι παμμήτειρα θεά, πολυμήχανε μῆτερ, οὐρανίῃ πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα· πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής, παντοκράτειρα, τετιμέν’ ἀεὶ, πανυπέρτατε δαῖμον, ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα· ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκάθεκτε, ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἰλίσσουσα, ἁγνὴ, κοσμήτειρα θεῶν, ἀτελής τε τελευτή, κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη· αὐτοπάτωρ, ἀπάτωρ, ἄρσην, πολύμητι, μεγίστη· εὐανθὴς, πλοκίη, φιλίη, πολύμικτε, δαῆμον· ἡγεμόνη, κράντειρα, φερέσβιε, πάντροφε κούρη, αὐτάρκεια, Δίκη· Χαρίτων πολυώνυμε πειθὼ· αἰθερίη, χθονίη τε, καὶ εἰναλίη μεδέουσα· πικρὴ μὲν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισιν· πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια· αὐξιτρόφος, πίειρα, πεπαινομένων τε λύτειρα· πάντων μὲν σὺ πατὴρ, μήτηρ, τροφὸς, ἠδέ τιθηνός· ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριάς, ὁρμή παντοτεχνές, πλάστειρα, πολύτικτε, πότνιε δαῖμον, ἀϊδίη, κινησιφόρος, πολύπειρε, περίφρων· ἀενάῳ στροφάλιγγι θοὸν ρύμα δινεύουσα· πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε· εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα, σκηπτουχοῦσ’ ἐφύπερθε, βαρυβρεμέτειρα, κρατίστη· ἄτρομε, πανδαμάτειρα, πεπρωμένη αἶσα πυρίπνους· ἀΐδιος ζωή, ἠδ’ ἀθανάτη τε πρόνοια· πάντα σύ ἔσσι· τὰ πάντα σύ γάρ μούνη τάδε τεύχεις· ἀλλὰ, θεά λίτομαί σε, σὺν εὐόλβοισιν ἐν ὥραις εἰρήνην, ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.
Α Π Ο Δ Ο Σ Η
Ὦ θεά φύση, μητέρα τῶν πάντων, πολυμήχανη μητέρα, ἐπουράνια σεβαστὴ θεά πού κτίζεις τὰ πάντα, βασίλισσα· ἐσὺ δαμάζεις τὰ πάντα, εἶσαι ἀκατανίκητη, ἐσὺ κυβερνᾶς, λάμπεις πολύ, εἶσαι ἡ κυρία τῶν πάντων, πάντοτε τιμημένη, ὁ ὑπεράνω ὅλων θεός· εἶσαι ἀθάνατη, πρωτότοκη, πανάρχαιη, καὶ στούς ἄνδρες παρέχεις δόξα· νυκτερινή, ἔχεις μεγάλη πείρα, φέρνεις τὸ φῶς, δύσκολα καθησυχάζεις, περπατᾶς ἀθόρυβα. Εἶσαι ἁγνή, διατάζεις τοὺς θεούς, εἶσαι τὸ τέλος, γεννήθηκες ἀπὸ μόνη σου, πατέρα δέν ἔχεις, εἶσαι καὶ ἀρσενικὴ καὶ πολυμήχανη καὶ πάρα πολὺ μεγάλη· ἡ ἀνθηρή,