κι ο ευρύς Τάρταρος. Δεν υπήρχε ούτε γη
ούτε Αήρ ουδέ Ουρανός. Στην αρχή μέσα
στους απέραντους κόλπους του Ερέβους γέννησε
η μελανόπτερος Νύχτα δίχως αρσενική σπορά
ένα Ωό. Από αυτό, σαν πέρασε ο καιρός, βγήκε
ο ποθητός Έρως με τις χρυσές φτερούγες στην πλάτη
που έλαμπαν και γοργός σαν τον άνεμο.
Αυτός έσμιξε στο σκοτάδι με το πτερωτό Χάος
Μέσα στον ευρύ Τάρταρο, κλώσησε το ημέτερον γένος
και το ανήγαγε στο φως. Πρωτύτερα
δεν υπήρχε το γένος των αθανάτων, ώσπου ο Έρως
συνέμειξε τα πάντα. Κι όπως ενώθηκαν το ένα
με το άλλο, γεννήθηκε ο Ουρανός, ο Ωκεανός,
η Γαία κι όλο το αθάνατο γένος των μακάριων θεών.
Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς·
γῆ δ᾽ οὐδ᾽ ἀὴρ οὐδ᾽ οὐρανὸς ἦν· Ἐρέβους δ᾽ ἐν ἀπείροσι κόλποις
τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,
ἐξ οὗ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,
στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
Οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νύχιος κατὰ Τάρταρον εὐρὺν
ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς.
Πρότερον δ᾽ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως
ξυνέμειξεν ἅπαντα·
ξυμμειγνυμένων δ᾽ ἑτέρων ἑτέροις γένετ᾽ οὐρανὸς ὠκεανός τε
καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον». (Βλ. «Αριστοφάνης «Όρνιθες, 693 – 702»).
[Ι 319, 8 Ρυελλε] ἡ δὲ παρὰ τῶι Περιπατητικῶι Εὐδήμωι [Απ. Νο.117 Speng.] ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὖσα <Θεολογία> πᾶν τὸ νοητὸν ἐσιώπησεν … ἀπὸ δὲ τῆς <Νυκτὸς> ἐποιήσατο τὴν ἀρχήν, ἀφ᾽ ἧς καὶ Ὅμηρος, εἰ καὶ μὴ συνεχῆ πεποίηται τὴν γενεαλογίαν, ἵστησιν• οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Τηθύος ἄρχεται [Όμηρος Γ 302 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν]• φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν• “ἅζετο γὰρ μὴ Νυκτὶ θοῆι ἀποθύμια ῥέζοι” [Ξ 261]. ἀλλ᾽ Ὅμηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. Ἡσίοδος δέ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παν τελῶς φύσιν κεκληκέναι Χάος, τὴν δὲ Γῆν [πρώτην] ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν, Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τριπλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρούμενον (τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ Ὀρφεὺς ἐν ταῖς Ῥα ψωιδίαις) … [Πρβλ. 123 † 60 κ. (316, 18 ρ)] ἐν μὲν τοίνυν ταῖς φερομέναις ταύταις Ῥαψωιδίαις Ὀρφικαῖς ἡ θεολογία ἥδε τίς ἐστιν ἡ περὶ τὸ νοητόν, ἣν καὶ οἱ φιλόσοφοι διερμηνεύουσιν, ἀντὶ μὲν τῆς μιᾶς τῶν ὅλων ἀρχῆς τὸν <Χρόνον> τιθέντες, ἀντὶ δὲ τοῖν δυεῖν <Αἰθέρα> καὶ <Χάος>, ἀντὶ δὲ τοῦ ὄντος ἁπλῶς τὸ ὠιὸν ἀπολογιζόμενοι, καὶ τριάδα ταύτην πρώτην ποιοῦντες• εἰς δὲ τὴν δευτέραν τελεῖν ἤτοι τὸ κυούμενον καὶ τὸ κύον <ὠιὸν> τὸν θεὸν ἢ τὸν <ἀργῆτα χιτῶνα> ἢ τὴν <νεφέλην,> ὅτι ἐκ τούτων ἐκθρώσκει ὁ Φάνης• ἄλλοτε γὰρ ἄλλα περὶ τοῦ μέσου φιλοσοφοῦσιν … τὴν δὲ τρίτην τὸν <Μῆτιν> ὡς νοῦν, τὸν <Ἠρικεπαῖον> ὡς δύναμιν, τὸν <Φάνητα> αὐτὸν ὡς πατέρα … τοιαύτη μὲν ἡ συνήθης Ὀρφικὴ θεολογία. (ΑΧΙΛΛ. Είσ. εις Αρ. 4) τὴν δὲ τάξιν, ἣν δεδώκαμεν τῶι σφαιρώματι, οἱ Ὀρφικοὶ λέγουσι παραπλησίαν εἶναι τῆι ἐν τοῖς ὠιοῖς• ὃν γὰρ ἔχει λόγον τὸ λέπυρον ἐν τῶι ὠιῶι, τοῦτον ἐν τῶι παντὶ ὁ οὐρανός, καὶ ὡς ἐξήρτηται τοῦ οὐρανοῦ κυκλοτερῶς ὁ αἰθήρ, οὕτως τοῦ λεπύρου ὁ ὑμήν.”.
(Βλ. Ορφικόαπ. Νο. 12.1 ήΔαμάσκιος «ΠερίΑρχών, 124»)
[1] Βλ. Ομήρου Ιλιάδα, Ξ’ Ραψωδία, στίχος 302– «Ωκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν».
[2] Βλ. Ομήρου Ιλιάδα, Ξ’ Ραψωδία, στίχος 261.
[3] Από τα Αισθητά δηλ. προς τα Νοητά.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου